Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.52 Dem. 57.56 (English) >>Dem. 57.59

57.55εἶτʼ ἐγὼ ξένος; ποῦ μετοίκιον καταθείς; τίς τῶν ἐμῶν πώποτε; ποῦ πρὸς ἄλλους δημότας ἐλθών, καὶ οὐ δυνηθεὶς ἐκείνους πεῖσαι δεῦρʼ ἐμαυτὸν ἐνέγραψα; ποῦ τί ποιήσας ὧν ὅσοι μὴ καθαρῶς ἦσαν πολῖται πεποιηκότες φαίνονται; οὐδαμοῦ, ἀλλʼ ἁπλῶς, ἐν οἷς πάππος τοῦ πατρός, ἐμός, <> πατήρ, ἐνταῦθα καὶ αὐτὸς φαίνομαι δημοτευόμενος. καὶ νῦν πῶς ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν μετὸν τῆς πόλεως αὑτῷ; 57.56ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τοὺς ἑαυτῷ προσήκοντας τίνʼ ἄλλον ἂν δύναιτʼ ἐπιδεῖξαι τρόπον τὸν αὐτὸν ἐμοί, μαρτυροῦντας, ὀμνύοντας, πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας;

διὰ ταῦτα τοίνυν ἐγὼ πιστεύων ἐμαυτῷ κατέφυγον εἰς ὑμᾶς. ὁρῶ γάρ, ἄνδρες Ἀθηναῖοι, οὐ μόνον τῶν ἀποψηφισαμένων Ἁλιμουσίων ἐμοῦ κυριώτερʼ ὄντα τὰ δικαστήρια, ἀλλὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου, δικαίως· κατὰ γὰρ πάνθʼ αἱ παρʼ ὑμῖν εἰσι κρίσεις δικαιόταται.

57.57ἐνθυμεῖσθε τοίνυν κἀκεῖνο, ὅσοι τῶν μεγάλων δήμων ἐστέ, ὡς οὐδένʼ ἀπεστερεῖτʼ οὔτε κατηγορίας οὔτʼ ἀπολογίας. καὶ πόλλʼ ἀγαθὰ γένοιτο πᾶσιν ὑμῖν τοῖς δικαίως τούτῳ τῷ πράγματι χρησαμένοις, ὅτι καὶ τῶν ἀναβαλέσθαι δεομένων οὐκ ἀφῄρησθε τὸ παρασκευάσασθαι· καὶ τοὺς συκοφαντοῦντας καὶ διʼ ἔχθραν ἐπιβουλεύοντας ἐξηλέγχετε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.52 Dem. 57.56 (English) >>Dem. 57.59

Powered by PhiloLogic